Home - D2L - Syllabus | Calendar - Week 12 - Week 13 - Week 14 - Week 15 - Gallery | Perseus - UniGreek - laura-gibbs@ou.edu.

Croy Index: Vocabulary - Prosody - Verbs - Nouns - Adjectives - Nominals - Other Topics - Syntax List


18.128 Exercises

There is also Commentary available for these sentences.


1. πιστὸς μαθητὴς ὢν
οὐκ ἁμαρτάνω εἰς τὸν κύριον
οὐδὲ διώκω τοὺς δικαίους.

2. ὁ καθήμενος ἐπὶ τοῦ θρόνου
γινώσκει
τὰς καρδίας τῶν ἁμαρτωλῶν
καὶ λογίζεται
τὰς ἁμαρτίας αὐτοῖς.

3. τότε
οἱ ἀπόστολοι διήρχοντο
διὰ τῆς γῆς
κηρύσσοντες καὶ εὐαγγελιζόμενοι
τῷ λαῷ.

4. τὰ ὑπάρχοντά σου
οὐκ ἔστιν ἡ ζωή σου,
οὐ δεῖ οὖν
ἔχειν οἴκους καλοὺς
καὶ ἱμάτια καὶ δῶρα.

5. εἰ λέγομεν
ὅτι οὐχ ἡμαρτήκαμεν,
οὐ δυνησόμεθα ἐγγίσαι
εἰς τὸν θρόνον τῆς ζωῆς,
μὴ λέγοντες
ῥήματα τῆς ἀληθείας.

6. καθήμενοι
ἐπὶ λίθῳ
παρὰ τὸν οἶκον ὑμῶν,
πολλάκις ἠνοίγετε
τὸ βιβλίον τοῦ νόμου.

7. ὁ πιστεύων θεῷ
καὶ ἐργαζόμενος δικαιοσύνην
ἀχθήσεται εἰς τὸν οὐρανόν.

8. ἀποθνῄσκουσα ἐν τῇ ἐρήμῳ
ἡ γυνὴ ἔκραξε
τῷ θεῷ
τῷ βλέποντι καὶ θεραπεύοντι
τὰ τέκνα αὐτοῦ.

9. ὁ κύριος τῆς δόξης
οὐκ ἐγγίσει
τῷ ἐργαζομένῳ
ἔργα τοῦ νόμου
ἀλλὰ τῷ πιστεύοντι
εἰς τὸν θεὸν
τὸν σῴζοντα ἁμαρτωλούς.

10. εἱ ὑμεῖς
πονηροὶ ὄντες
βούλεσθε
πέμψαι ἀγαθὰ
τοῖς τέκνοις ὑμῶν,
ὁ θεὸς
οὐ πέμψει ἀγαθὰ
ὑμῖν;

11. οἱ βουλόμενοι
εὑρίσκειν τὴν εἰρήνην
ὀφείλουσι δέχεσθαι
εἰς τοὺς οἴκους αὐτῶν
τοὺς πορευομένους
διὰ τῆς γῆς.

12. πῶς ἀγαθόν ἐστιν
ἀκοῦσαι τοὺς λόγους
τῶν εὐαγγελιζομένων προφητῶν.

13. ὑπάρχοντες
ἄνθρωποι τοῦ πνεύματος
ἐλογιζόμεθα
ὅτι καὶ ἐκ νεκρῶν
ἐγείρειν δύναται ὁ θεὸς
ἡμᾶς.

14. ἄγγελοι
ἤνεγκαν ἄρτον
πρὸς τὰς διωκομένας ἀδελφὰς
ὑπὸ τῶν ἐξουσιῶν.


Biblical Greek Online. Laura Gibbs, Ph.D. This work is licensed under a Creative Commons License. You must give the original author credit. You may not use this work for commercial purposes. If you alter, transform, or build upon this work, you may distribute the resulting work only under a license identical to this one. Page last updated: April 9, 2005 8:06 PM


powered by FreeFind