Home - D2L - Syllabus | Calendar - Week 12 - Week 13 - Week 14 - Week 15 - Gallery | Perseus - UniGreek - laura-gibbs@ou.edu.

Croy Index: Vocabulary - Prosody - Verbs - Nouns - Adjectives - Nominals - Other Topics - Syntax List


19.136 Exercises

There is also Commentary available for these sentences.


1. ἀσπασάμενοι
τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς,
ἀπῆλθον οἱ ἀπόστολοι
εἰς ἑτέραν γῆν.

2. παραλαβὼν τὴν μητέρα αὐτοῦ
ὁ ἀνὴρ ἐπορεύθη
εἰς τὴν ἔρημον
προσεύξασθαι.

3. ἡ ψυχὴ ἡ κράξασα
ἐν τῇ συναγωγῇ
γνώσεται
τὴν εἰρήνην τοῦ θεοῦ.

4. καθίσαντος
τοῦ διδασκάλου
ἐπὶ λίθον
ὁ ὄχλος
ὁ πίνων οἶνον
ἤρξατο ἀκοῦσαι αὐτοῦ.

5. παραγενόμενος δὲ
καὶ συναγαγὼν τὰ τέκνα
ὁ πατὴρ
προσήνεγκε τὰ δῶρα.

6. καὶ οἱ
μὴ ἔχοντες πόδας καὶ χεῖρας
δύνανται ἐργάσασθαι
ἔργα δικαιοσύνης.

7. οἱ
μὴ λογισάμενοι τὴν θεοῦ ἀγάπην
εἶπον ὑμῖν,
Οὐκ ὀφείλετε θεραπεῦσαι
ἐν τῷ σαββάτῳ.

8. ἐλθόντος τοῦ προφήτου
εἰς τὴν συναγωγὴν
αἱ γυναῖκες
αἱ καθίζουσαι ἐν ἐκείνῳ τῷ τόπῳ
εἶπον,
Θέλομεν
αἴρειν τὰς χεῖρας ἡμῶν
καὶ δοξάζειν τὸν κύριον.

9. ἐφάγομεν καὶ ἐπίομεν
μετὰ τοῦ πατρός σου
ἀσπασαμένου τοὺς δούλους
καὶ λύσαντος τὸ ἱμάτιον αὐτοῦ.

10. τῆς μητρός μου
ἔτι ἑτοιμαζούσης ἄρτον
παρεγένοντο οἱ ἄγγελοι.

11. ὁ ἄνθρωπος
ὁ παραλαβόμενος βασιλείαν
καὶ βουλόμενος
γινώσκειν περὶ αὐτῆς
ἔπεμψε δούλους
βλέπειν αὐτήν.

12. γενομένου σαββάτου
ὁ ἀναβαίνων
πρὸς τὸ ἱερὸν
ἔπεσεν
πρὸς τοὺς πόδας τοῦ διδασκάλου.

13. τοῦ πνεύματος
ἀγαγόντος τοὺς ἁμαρτωλοὺς
εἰς τὴν ἐκκλησίαν,
ἠνοίξαμεν τὸ στόμα ἡμῶν
καὶ εὐηγγελισάμεθα.

14. ὁ κηρύξας ὑμῖν
τὸν λόγον τῆς ἀληθείας
ἑώρακε
τὸ βιβλίον τῆς ζωῆς
καὶ ἔγνωκε τὰ μέλλοντα.

 

 


Biblical Greek Online. Laura Gibbs, Ph.D. This work is licensed under a Creative Commons License. You must give the original author credit. You may not use this work for commercial purposes. If you alter, transform, or build upon this work, you may distribute the resulting work only under a license identical to this one. Page last updated: April 9, 2005 8:06 PM


powered by FreeFind