<< Home Page | Aphthonius Index

Aesop's Fables: Aphthonius

Aphthonius 11 = Perry 322

Μῦθος ὁ τοῦ καρκίνου παραινῶν μὴ συμβουλεύειν ἀδύνατα.
Ἡ μήτηρ πρὸς τὸν καρκίνον: << τί δὲ λοξήν, ὦ παῖ, βαδίζεις ὁδόν, ὀρθὴν εἶναι προσῆκον ; >> ὁ δὲ πρὸς αὐτήν: << ἡγοῦ τῶν ὁδῶν, ὦ μῆτερ, καὶ πρὸς αὐτὴν βαδίζειν πειράσομαι. >> τῆς δὲ βαδίζειν ἀπορούσης ὀρθῶς, κατήγορος ὁ παῖς τῆς παρανοίας ἐγίνετο.
Ρᾷον παραινεῖν ἃ πονεῖν ὑπῆρξεν ἀδύνατον.


F. Sbordone, Rivista Indo-Greco-Italica, 16 (1932), pp. 47-57.