<< Home Page | Aphthonius Index

Aesop's Fables: Aphthonius

Aphthonius 16 = Perry 372

Μῦθος ὁ τῶν ταύρων παραινῶν εἰς ὁμόνοιαν.
Ταῦροι τρεῖς τὴν αὐτὴν δίαιταν ἐπεποίηντο, λέων δέ τις αὐτοῖς παρηκολούθει θηρᾶσαι βουλόμενος καὶ συνόντας μὲν ἑλεῖν οὐκ ἠδύνατο, διαστάντας δὲ προῃρεῖτο χειρώσασθαι καὶ συγκρούσας ἀλλήλους, ἐν μέρει διαστήσας ἀπέκρινε καὶ καθ' ἕκαστον προχειρότερον ἔφθειρεν, οὓς κοινῇ συνόντας ἠπόρει χειρώσασθαι.
Οὕτως ὁμόνοια τοῖς χρωμένοις σωτήριον.


F. Sbordone, Rivista Indo-Greco-Italica, 16 (1932), pp. 47-57.