<< Home Page | Aphthonius Index

Aesop's Fables: Aphthonius

Aphthonius 17 = Perry 351

Μῦθος ὁ τῆς ἐλάφου νουθετεῖν παραινῶν τὸν καὶ πράττειν δυνάμενον.
Ἔλαφον ἡ μήτηρ ἐνουθέτει << τί ταῦτα: >> λέγουσα << κέρας μέν, ὦ παῖ, παρὰ τῆς φύσεως εἴληφας, μεγέθει δὲ διενήνοχας σώματος καὶ οὐκ οἶδ' ὅ τι παθών, ἀποδιδράσκεις ἐπιόντας τοὺς κύνας. >> ταῦτα ἦν, καὶ κυνῶν δρόμος ἠκούετο πόρρωθεν: ἡ δὲ μένειν τῷ παιδὶ παραινέσασα, αυτὴ τῆς φυγῆς προκατήρξατο.
Παραινεῖν ἕτοιμον ἃ ποιεῖν ἀπορώτερον.


F. Sbordone, Rivista Indo-Greco-Italica, 16 (1932), pp. 47-57.