Aesop's Fables: Aphthonius
Aphthonius 33
= Perry 11
Μῦθος ὁ τοῦ ἁλιέως καὶ τοῦ
αὐλητοῦ παραινῶν ταῖς τέχναις προσφόρως
χρήσασθαι.
Ἀνὴρ ἁλιεὺς ὁμοῦ καὶ αὐλεῖν
ἐπιστάμενος, τοὺς αὐλοὺς λαβὼν καὶ
τὰ δίκτυα παρὰ τὴν θάλασσαν, οὐδὲν εἶχε
λαβεῖν: ὡς δὲ τοῖς αὐλοῖς ἠπόρει θηρᾶν,
τούτους ἀφεὶς ἐπὶ τὸ δίκτυον ᾔει καὶ
χρώμενος εἶλεν οὓς αὐλῶν οὐκ ἐθήρασε.
Πέρας αἱ τέχναι τοῖς προσήκουσι
πράγμασι νέμουσιν.
F. Sbordone, Rivista Indo-Greco-Italica, 16 (1932), pp. 47-57. |