<< Home Page | Aphthonius Index

Aesop's Fables: Aphthonius

Aphthonius 7 = Perry 140

Μῦθος ὁ τῆς παρθένου καὶ τοῦ λέοντος ἡδονῶν ἀποτρέπων.
Λέων ἤρα παρθένου καὶ προσελθὼν τῷ πατρὶ τῆς παιδὸς ἐγγυῆσαι τὴν κόρην πρὸς γάμον ἐδεῖτο. δεδιὼς δὲ ὁ πατὴρ ἀπανήνασθαι, μετὰ τῶν ὀδόντων ἐκβαλεῖν ἐπειρᾶτο τοὺς ὄνυχας, μὴ ταῦτα - λέγων - φόβον τῇ παιδὶ κατεγάσηται: καὶ πεισθεὶς ὁ λέων ὑπ' ἔρωτος, ἀμυντηρίων πρόσεισι γυμνός, προσιὼν δὲ ροπάλοις τὴν
τελευτὴν ἀντηλλάσσετο.
Ἐχθροῖς πειθαρχῶν ὑποστήσῃ τὸν κίνδυνον.


F. Sbordone, Rivista Indo-Greco-Italica, 16 (1932), pp. 47-57.