<< Home Page | Babrius Index

Aesop's Fables: Babrius

Babrius 111 = Perry 180

Μικρέμπορός τις ὄνον ἔχων ἐβουλήθη,
τοὺς ἅλας ἀκούων παρὰ θάλασσαν εὐώνους,
τούτους πρίασθαι, φορτίσας τε γενναίως
τὸν ὄνον κατῆγε. τῆς δ' ὁδοῦ προκοπτούσης
ὤλισθεν ἄκων εἴς τι ῥεῖθρον ἐξαίφνης
καὶ συντακέντων τῶν ἁλῶν ἐλαφρύνθη,
ῥᾴων δ' ἀνέστη καὶ παρῆν ἀμοχθήτως
εἰς τὴν μεσόγεων. τοὺς ἅλας δὲ πωλήσας,
πάλιν γομώσων τὸν ὄνον ἦγε καὶ πλείω
ἔτ' ἐπετίθει τὸν φόρτον. ὡς δὲ μοχθήσας
διέβαινε τὸν ῥοῦν, οὗπερ ἦν πεσὼν πρώην,
ἑκὼν κατέπεσε, καὶ πάλιν γόμους τήξας
κούφως ἀνέστη, γαῦρος ὥς τι κερδήσας.
ὁ δ' ἔμπορος μὲν ἐπενόησε, καὶ πλείστους
σπόγγους κατῆγεν ὕστερον πολυτρήτους
ἐκ τῆς θαλάσσης, τοὺς δ' ἅλας μεμισήκει.
ὁ δ' ὄνος πανούργως, ὡς προσῆλθε τῷ ῥείθρῳ,
ἑκὼν κατέπεσεν· ἀθρόως δὲ τῶν σπόγγων
διαβραχέντων πᾶς ὁ φόρτος ὠγκώθη,
βάρος δὲ διπλοῦν ἦλθε βαστάσας νώτοις.
[Πολλάκις ἐν οἷς τις ηὐτύχησε καὶ πταίει.]


Ben Perry, Babrius and Phaedrus (Loeb). This edition contains the Greek texts of Babrius, with a facing English translation, and an extensive index covering the Greek and Latin fable tradition. This book is an absolute must for anyone interested in the Aesopic fable tradition. Invaluable.