<< Home Page | Babrius Index

Aesop's Fables: Babrius

Babrius 129 = Perry 91

Ὄνον τις ἔτρεφε καὶ κυνίδιον ὡραῖον,
τὸ κυνίδιον δ' ἔχαιρε παῖζον εὐρύθμως,
τὸν δεσπότην τε ποικίλως περισκαῖρον·
κἀκεῖνος αὖ κατεῖχεν αὐτὸ τοῖς κόλποις.
ὁ δ' ὄνος γ' ἔκαμνεν ἑσπέρης ἀλετρεύων
πυρὸν φίλης Δήμητρος, ἡμέρης δ' ὕλην
κατῆγ' ἀφ' ὕψους, ἐξ ἀγροῦ θ' ὅσων χρείη·
καὶ μὴν ἐν αὐλῇ παρὰ φάτναισι δεσμώτης
ἔτρωγε κριθὰς χόρτον, ὥσπερ εἰώθει.
δηχθεὶς δὲ θυμῷ καὶ περισσὸν οἰμώξας,
σκύμνον θεωρῶν ἁβρότητι σὺν πάσῃ,
φάτνης ὀνείης δεσμὰ καὶ κάλους ῥήξας
ἐς μέσσον αὐλῆς ἦλθ' ἄμετρα λακτίζων.
σαίνων δ' ὁποῖα καὶ θέλων περισκαίρειν,
τὴν μὲν τράπεζαν ἔθλας' ἐς μέσον βάλλων
ἅπαντα δ' εὐθὺς ἠλόησε τὰ σκεύη·
δειπνοῦντα δ' ἰθὺς ἦλθε δεσπότην κύσσων,
νώτοις ἐπεμβάς· ἐσχάτου δὲ κινδύνου
θεράποντες ἐν μέσοισιν ὡς τὸν ἄνδρ' εἶδον,
ἐσάωσαν αὐτὸν ἐξ ὄνου γνάθων ὄντως·
κρανέης δὲ κορύναις ἄλλος ἄλλοθεν κρούων
ἔθεινον, ὥστε καὐτὸς ὕστατ' ἐκπνείων
"ἔτλην" ἔλεξεν "οἷα χρή με, δυσδαίμων·
τί γὰρ παρ' οὐρήεσσιν οὐκ ἐπωλεύμην,
βαιῷ δ' ὁ μέλεος κυνιδίῳ παρισούμην;"


Ben Perry, Babrius and Phaedrus (Loeb). This edition contains the Greek texts of Babrius, with a facing English translation, and an extensive index covering the Greek and Latin fable tradition. This book is an absolute must for anyone interested in the Aesopic fable tradition. Invaluable.