<< Home Page | Babrius Index

Aesop's Fables: Babrius

Babrius 3 = Perry 280

Αἶγάς ποτ' αἰγοβοσκὸς ἀνεκάλει χρῄζων
ἐπὶ σηκὸν ἄξειν· χαἰ μὲν ἦλθον, αἳ δ' οὔπω
μιῆς δ' ἀπειθοῦς ἐν φάραγγι τρωγούσης
κόμην γλυκεῖαν ἀγίλου τε καὶ σχίνου,
τὸ κέρας κατῆξε μακρόθεν λίθῳ πλήξας.
τὴν δ' ἱκέτευε· "μή, χίμαιρα συνδούλη,
πρὸς τοῦ σε Πανός, ὃς νάπας ἐποπτεύει,
τῷ δεσπότῃ, χίμαιρα, μή με μηνύσῃς·
ἄκων γὰρ ηὐστόχησα τὸν λίθον ῥίψας."
ἡ δ' εἶπε "καὶ πῶς ἔργον ἐμφανὲς κρύψω;
τὸ κέρας κέκραγε, κἂν ἐγὼ σιωπήσω."


Ben Perry, Babrius and Phaedrus (Loeb). This edition contains the Greek texts of Babrius, with a facing English translation, and an extensive index covering the Greek and Latin fable tradition. This book is an absolute must for anyone interested in the Aesopic fable tradition. Invaluable.