<< Home Page | Babrius Index

Aesop's Fables: Babrius

Babrius 98 = Perry 140

Λέων ἁλοὺς ἔρωτι παιδὸς ὡραίης
παρὰ πατρὸς ἐμνήστευε. τῷ δ' ὁ πρεσβύτης
οὐδέν τι δύσνουν οὐδ' ὅπουλον ἐμφήνας
"δίδωμι γῆμαι" φησι "καὶ διδοὺς χαίρω·
τίς οὐ δυνάστῃ καὶ λέοντι κηδεύσει;
φρένες δὲ δειλαὶ παρθένων τε καὶ παίδων·
σὺ δ' ἡλίκους μὲν ὄνυχας, ἡλίκους δ' ἥμιν
φέρεις ὀδόντας, τίς κόρη σε τολμήσει
ἀφόβως περιλαβεῖν; τίς δ' ἰδοῦσα μὴ κλαύσῃ;
πρὸς ταῦτα δὴ σκόπησον, εἰ γάμου χρῄζεις,
μηδ' ἄγριος θὴρ ἀλλὰ νυμφίος γίνου."
ὁ δὲ πτερωθεὶς τῇ δόσει τε πιστεύσας
ἐξεῖλε τοὺς ὀδόντας, εἶθ' ὑπὸ σμίλης
ἀπωνυχίσθη, τῷ τε πενθερῷ δείξας
τὴν παῖδ' ἀπῄτει. τὸν δ' ἕκαστος ἠλοία,
ῥοπάλῳ τις ἢ λίθῳ τις ἐκ χερὸς παίων,
ἔκειτο δ' ἀργὸς ὥσπερ ὗς ἀποθνῄσκων,
γέροντος ἀνδρὸς ποικίλου τε τὴν γνώμην
σοφίῃ διδαχθεὶς ὡς ἄμικτον ἀνθρώποις
ἐρᾶν λεόντων ἢ λέοντας ἀνθρώπων.
[Αὐτός τις αὑτὸν λανθάνει κακῶς δράσας,
ὧν οὐ πέφυκε μεταλαβεῖν ὅταν σπεύδῃ.


Ben Perry, Babrius and Phaedrus (Loeb). This edition contains the Greek texts of Babrius, with a facing English translation, and an extensive index covering the Greek and Latin fable tradition. This book is an absolute must for anyone interested in the Aesopic fable tradition. Invaluable.