<< Home Page | Chambry Index

Aesop's Fables (Chambry edition)

Chambry 246 = Perry 66

Νεανίσκοι καὶ μάγειρος.

Δύο νεανίσκοι ἐν ταὐτῷ κρέας ὠνοῦντο. Καὶ δὴ τοῦ μαγείρου περισπασθέντος, ὁ ἕτερος ὑφελόμενος ἀκροκώλιον, εἰς τὸν τοῦ ἑτέρου κόλπον καθῆκεν. Ἐπιστραφέντος δὲ αὐτοῦ καὶ ἐπιζητοῦντος, αἰτιωμένου τε ἐκείνους, ὁ μὲν εἰληφὼς ὤμνυε μὴ ἔχειν, ὁ δὲ ἔχων μὴ εἰληφέναι. Καῖ ὁ μάγειρος αἰσθόμενος αὐτῶν τὴν κακοτεχνίαν, εἶπεν· Ἀλλὰ κἂν ἐμὲ λάθητε ἐπιορκοῦντες, θεοὺς μέντοι γε οὐ λήσετε. Ὁ λόγος δηλοῖ ὅτι ἡ αὐτή ἐστιν ἡ ἀσέβεια τῆς ἐπιορκίας, κἂν αὐτήν τις κατασοφίζηται. 

(variant version from Chambry's first edition)

Νεανίσκοι καὶ μάγειρος.

Δύο νεανίσκοι μαγείρῳ παρεκάθηντο. Καὶ δὴ τοῦ μαγείρου περί τι τῶν οἰκείων ἔργων ἀσχολουμένου, ἅτερος τούτων, μέρος τι τῶν κρεῶν ὑφελόμενος, εἰς τὸν θἀτέρου καθῆκε κόλπον. Ἐπιστραφέντος δὲ τοῦ μαγείρου καὶ τὸ κρέας ἐπιζητοῦντος, ὁ μὲν εἰληφὼς ὤμνυε μὴ ἔχειν, ὁ δὲ ἔχων μὴ εἰληφέναι. Ὁ δὲ μάγειρος, αἰσθόμενος τὴν κακουργίαν αὐτῶν, εἶπεν· Ἀλλὰ κἂν ἐμὲ λάθητε, τόν γ' ἐπιορκούμενον θεὸν οὔκουν λήσετε.
Ὁ μῦθος δηλοῖ ὅτι, κἂν ἀνθρώπους ἐπιορκοῦντες λάθωμεν, ἀλλὰ τόν γε θεὸν οὐ λήσομεν.

Chambry published a multivolume edition of the fables for the Belles Lettres series in 1925/6 (Paris). He later revised this into a single volume, omitting hundreds of the fable variants. In addition, the numeration between these two volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but the numeration follows the stanard single volume edition.