Aesop's Fables (Chambry edition)
Chambry 275 = Perry 91
(variant version from Chambry's first edition)
[...]
Ὄνος καὶ κύων.
Ὄνον τις ἔτρεφε καὶ κύνα ὡραῖον.
Ὁ μὲν ἐν αὐλῇ παρὰ φάτναις δεσμώτης
ἔτρωγε κριθάς, χόρτον, ὥσπερ εἰώθει·
κύων δὲ χαρίεις ὤν, εὐρύθμως παίζων
τὸν δεσπότην περιέσκαιρε ποικίλως·
ἐκεῖνος δ' αὐτὸν κατεῖχε ἐν τοῖς κόλποις.
Ὁ δέ γε ὄνος τὴν μὲν νύκτα ἀλήθων
πυρὸν φίλης Δήμητρος, ἡμέρας δ' ὕλην
ἦγεν ἀφ' ὕψους, ἐξ ἀγροῦ δ' ὅσον χρεία.
Δηχθεὶς δὲ θυμῷ καὶ περισσὸν οἰμώξας
σκύμνον θεωρῶν ἐν ἁβρότητι πάσῃ,
φάτνης ὀνείης δεσμὰ καὶ καλοὺς ῥήξας
ἐς μέσον αὐλῆς ἦλθ' ἄμετρα λακτίζων·
σαίνων δὲ οὐρᾷ καὶ θέλων περισκαίρειν,
τὴν μὲν τράπεζαν ἐς μέσον βαλὼν θλάσεν,
ἅπαντα δ' εὐθὺς ἠλόησε τά σκεύη,
δειπνοῦντα δ' εὐθὺς ἦλθε δεσπότην κύσων
νώτοις ἐπεμβάς. Ἐσχάτου δὲ κινδύνου
θεράποντες ἐν μέσῳ ὡς εἶδον, ᾖξαν,
κρανείαις δὲ ἄλλος ἄλλοθεν προσκρούων
ἔθεινον, ὥστε καὐτὸς ὕστατ' ἐκπνέων
ἔφη· Οἷα χρή με δυσδαίμονα τλῆναι·
τί γὰρ παρ' οὐρηέσι οὐκ ἐπολεύμην,
βαιῷ δ' ὁ μέλεος κυνὶ παρισούμην;
Ὅτι οὐ πάντες πρὸς πάντα ἴσοι πεφύκασι, κἂν φθόνῳ ἀλαζονεύωνται.
Chambry published a multivolume edition of the fables for the Belles Lettres
series in 1925/6 (Paris). He later revised this into a single volume, omitting
hundreds of the fable variants. In addition, the numeration between these two
volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but
the numeration follows the stanard single volume edition. |