Aesop's Fables (Chambry edition)
Chambry 6 = Perry 275
Ἀετὸς <τὰ πτερὰ τιλθείς>
καὶ ἀλώπηξ.
Ποτὲ ἀετὸς ἑάλω ὑπ' ἀνθρώπου. Τούτου δὲ τὰ πτερὰ ὁ ἄνθρωπος
κόψας ἀφῆκε μετὰ τῶν ὀρνίθων ἐν οἴκῳ εἶναι. Ὀ δὲ ἦν κατηφὴς καὶ οὐδεν
ἤσθιεν ἐκ τῆς λύπης. ὅμοιος δὲ ἦν βασιλεῖ δεσμώτῃ. Ἕτερος δὲ τις τοῦτον
ὠνησάμενος καὶ τὰ πτερὰ ἀνασπάσας καὶ μύρῳ χρίσας ἐποίησε πτερῶσαι. Ὁ
δὲ πετασθεὶς καὶ τοῖς ὄνυξι λαγωὸν ἁρπάσας ἤνεγκεν αὐτῷ δῶρον. Ἀλώπηξ
δὲ ἰδοῦσα εἶπεν "Μὴ τούτῳ δίδου, ἀλλὰ τῷ πρώτῳ, ὅτι ὁ μὲν φύσει ἀγαθός
ἐστιν. Ἐκεῖνον δὲ μᾶλλον ἐξευμενίζου, μή πως πάλιν λαβών σε τῶν πτερῶν
ἐρημώσῃ. Ὅτι δεῖ χρηστὰς ἀμοιβὰς τοῖς εὐεργέταις παρέχειν, τοὺς πονηροὺς
δὲ φρονίμως τροποὺσθαι.
(this version was the primary selection in Chambry's
first edition)
Ἀετὸς τὰ πτερὰ τιλθεὶς καὶ
ἀλώπηξ.
Ἀετός ποτε ἑάλω ὑπ' ἀνθρώπου,
ὅστις τὰ πτερὰ αὐτοῦ εὐθέως τίλας
εἴασεν αὐτὸν ἐκ οἴκῳ σὺν ὀρνίθοις.
Ὁ δὲ κατηφὴς ἐκ τῆς λύπης ὑπῆρχεν.
Ἕτερος δέ τις τοῦτον ἐξαγοράσας
ἀνεπτέρωσε τὸν ἀετὸν αὐτίκα.
Ὁ δὲ πετασθεὶς καὶ λαγωὸν ἁρπάσας,
ἤνεγκεν εὐθὺς δῶρον τῷ εὐεργέτῃ.
Τοῦτο ἀλώπηξ κατιδοῦσα ἐβόα·
Μὴ τοῦτον σὺ ξένιζε, ἀλλὰ τὸν πρῶτον,
μήπως ὁ αὐτός σε πάλιν κυνηγήσας
αὖθις τὰ πτερὰ τὰ σὰ κατερημώσῃ.
Ὁ μῦθος δηλοῖ ὅτι δεῖ χρηστὰς ἀμοιβὰς τοῖς εὐεργέταις παρέχειν,
τοὺς δὲ κακοὺς ἐκφεύγειν.
Chambry published a multivolume edition of the fables for the Belles Lettres
series in 1925/6 (Paris). He later revised this into a single volume, omitting
hundreds of the fable variants. In addition, the numeration between these two
volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but
the numeration follows the stanard single volume edition. |