<< Home Page | Chambry Index

Aesop's Fables (Chambry edition)

Chambry 60 = Perry 35

Ἄνθρωπος καὶ σάτυρος.

Ἄνθρωπόν ποτε λέγεται πρὸς σάτυρον φιλίαν σπείσασθαι. Καὶ δὴ χειμῶνος καταλαβόντος καὶ ψύχους γενομένου, ὁ ἄνθρωπος προσφέρων τὰς χεῖρας τῷ στόματι ἐπέπνει. Τοῦ δὲ σατύρου τὴν αἰτίαν ἐρομένου δι' ἣν τοῦτο πράττει, ἔλεγεν ὅτι θερμαίνει τὰς χεῖρας διὰ τὸ κρύος. Ὕστερον δὲ παρατεθείσης αὐτοῖς τραπέζης καὶ προσφάγματος θερμοῦ σφόδρα ὄντος, ὁ ἄνθρωπος ἀναιρούμενος κατὰ μικρὸν τῷ στόματι προέσφερε καὶ ἐφύσα. Πυνθανομένου δὲ πάλιν τοῦ σατύρου τί τοῦτο ποιεῖ, ἔφασκε καταψύχειν τὸ ἔδεσμα, ἐπεὶ λίαν θερμόν ἐστι. Κἀκεῖνος ἔφη πρὸς αὐτόν· Ἀλλ' ἀποτάσσομαί σου τῇ φιλίᾳ, ὦ οὗτος, ὅτι ἐκ τοῦ αὐτοῦ στόματος καὶ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐξιεῖς.
Ἀτὰρ οὖν καὶ ἡμᾶς περιφεύγειν δεῖ τὴν φιλίαν ὧν ἀμφίβολός ἐστιν ἡ διάθεσις. 

(variant version from Chambry's first edition)

Ἄνθρωπος καὶ σάτυρος.

Ἄνθρωπός τις πρὸς σάτυρον φιλίαν ποιησάμενος συνεσθίων ἦν αὐτῷ. Χειμῶνος δὲ καὶ ψύχους γενομένου, ὁ ἄνθρωπος τὰς χεῖρας αὐτοῦ προσφέρων τῷ στόματι ἀπέπνει. Τοῦ δὲ σατύρου ἐπερωτήσαντος δι' ἣν αἰτίαν τοῦτο πράττει, ἔφη· Τὰς χεῖράς μου θερμαίνω ἐκ τοῦ κρύους. Μετὰ μικρὸν δὲ ἐδέσματος θερμοῦ προσενεχθέντος, ὁ ἄνθρωπος προσφέρων τῷ στόματι ἐφύσα αὐτό. Πυνθανομένου δὲ πάλιν τοῦ σατύρου δι' ἣν αιτίαν τοῦτο πράττει, ἔφη· Τὸ ἔδεσμα καταψύχω. Ὑπολαβὼν δὲ ὁ σάτυρος· Ἀλλ' ἔγωγε, ἔφη, ἀπὸ τοῦ νῦν ἀποτάσσομαί σου τῆς φιλίας, ὅτι ἐκ τοῦ αὐτοῦ στόματος τὸ θερμὸ καὶ τὸ ψυχρὸν ἐξάγεις.
Ὁ μῦθος δηλοῖ ὅτι δεῖ φεύγειν ἡμᾶς τὰς φιλίας ὧν ἀμφίβολός ἐστιν ἡ διάθεσις.

Chambry published a multivolume edition of the fables for the Belles Lettres series in 1925/6 (Paris). He later revised this into a single volume, omitting hundreds of the fable variants. In addition, the numeration between these two volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but the numeration follows the stanard single volume edition.