<< Home Page | Chambry Index

Aesop's Fables (Chambry edition)

Chambry 69 = Perry 289

Βάτραχος ἰατρός καὶ ἀλώπηξ.

Ὄντος ποτὲ βατράχου ἐν τῇ λίμνῃ καὶ τοῖς ζώοις πᾶσιν ἀναβοήσαντος· Ἐγὼ ἰατρός εἰμι φαρμάκων ἐπιστήμων, ἀλώπηξ ἀκούσασα ἔφη· Πῶς σὺ ἄλλους σώσεις, σαυτὸν χωλὸν ὄντα μὴ θεραπεύων; Ὁ μῦθος δηλοῖ ὅτι ὁ παιδείας ἀμύητος ὑπάρχων, πῶς ἄλλους παιδεῦσαι δυνήσεται;

(variant version from Chambry's first edition)

Βάτραχος ἰατρός καὶ ἀλώπηξ.

Ὁ τῷ πηλῷ συζῶν βάτραχος εἰς γῆν ἐξελθὼν ἔλεγε πᾶσι τοῖς ζώοις· Ἰατρός εἰμι φαρμάκων
ἐπιστήμων, οἷος οὐδὲ ὁ τῶν θεῶν ἰατρὸς Παιών. – Καὶ πῶς, εἶπεν ἀλώπηξ, ἄλλους ἰάσῃ,
ὃς ἑαυτὸν χλωρὸν ὄντα οὐκ ἰατρεύεις;
[Ὅτι] ὁ παιδείας ἀμύητος ὑπάρχων πῶς ἑτέρους παιδεύσει καὶ διορθώσεται;

Chambry published a multivolume edition of the fables for the Belles Lettres series in 1925/6 (Paris). He later revised this into a single volume, omitting hundreds of the fable variants. In addition, the numeration between these two volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but the numeration follows the stanard single volume edition.