<< Home Page | Chambry Index

Aesop's Fables (Chambry edition)

Chambry 84 = Perry 61

Γεωργὸς καὶ τύχη.

Γεωργός τις σκάπτων χρυσίῳ περιέτυχε. Καθ' ἑκάστην οὖν τὴν Γῆν, ὡς ὑπ' αὐτῆς εὐεργετηθείς, ἔστεφε. Τῷ δὲ ἡ Τύχη ἐπιστᾶσά φησιν· Ὦ οὗτος, τί τῇ Γῇ τὰ ἐμὰ δῶρα προσανατίθης, ἅπερ ἐγώ σοι δέδωκα, πλουτίσαι σε βουλομένη; Εἰ γὰρ ὁ καιρὸς μεταβάλοι καὶ πρὸς ἑτέρας χεῖρας τοῦτό σοι τὸ χρυσίον ἔλθοι, οἶδ' ὅτι τηνικαῦτα ἐμέ τὴν Τύχην μέμψη. Ὁ μῦθος δηλοῖ ὅτι χρὴ τὸν εὐεργέτην ἐπιγινώσκειν καὶ τούτῳ χάριτας ἀποδιδόναι.

(this version was the primary selection in Chambry's first edition)

Γεωργὸς καὶ τύχη.

Γεωργός τις χρυσίον εὑρὼν ἐν γῇ σκάπτων ἔστεφεν αὐτὴν καθ' ἡμέραν ὡς εὐεργετηθεὶς παρ' αὐτῆς. Τούτῳ δὲ ἐπιστᾶσά φησιν ἡ Τύχη· Ὦ οὗτος, τί τῇ Γῇ τὰ ἐμὰ δῶρα περιτιθεῖς, ἃ ἐγώ σοι δέδωκα πλουτῆσαι βουλομένη σε; Ἂν γὰρ ὁ καιρὸς μεταλλάξῃ [τὴν φύσιν] καὶ εἰς ἄλλας χεῖρας τὸ χρυσίον ἐξαλλάσσῃ, πάλιν τὴν Τύχην μέμψῃ.
Διδάσκει ἡμᾶς ὁ λόγος ὅτι χρὴ ἐπιγινώσκειν τὸν εὐεργέτην καὶ τούτῳ χάριτας ἀποδιδόναι.

Chambry published a multivolume edition of the fables for the Belles Lettres series in 1925/6 (Paris). He later revised this into a single volume, omitting hundreds of the fable variants. In addition, the numeration between these two volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but the numeration follows the stanard single volume edition.