Home - D2L - Syllabus | Calendar - Week 12 - Week 13 - Week 14 - Week 15 - Gallery | Perseus - UniGreek - laura-gibbs@ou.edu.

Croy Index: Vocabulary - Prosody - Verbs - Nouns - Adjectives - Nominals - Other Topics - Syntax List


17.120 Exercises

There is also Commentary available for these sentences.


1. ἐκ τοῦ στόματος
τοῦ διδασκάλου ἡμῶν
ἐξέρχονται
ταῦτα τὰ ῥήματα τῆς ζωῆς.

2. οὐ γινώσκομεν τὸ ὄνομα
τοῦ ἀνδρὸς ἐκείνου,
ἡ δὲ γυνὴ αὐτοῦ
μέλλει λέγειν ὑπὲρ αὐτοῦ
τοῖς ἄρχουσιν.

3. ἕως τὸ πνεῦμα ἔρχεται
ἀπ' οὐρανοῦ,
δεῖ κηρύσσειν
τὸ θέλημα τοῦ θεοῦ
ἐν τούτῳ τῷ πονηρῷ αἰῶνι.

4. ἐν ἐκείνῃ τῇ νυκτὶ
γνώσεσθε
ὅτι σὰρξ καὶ αἷμα
οὐ δύναται σῶσαι ἄνθροπον
ἀφ' ἁμαρτίας.

5. τὰ ἔργα τῆς σαρκὸς
οὐ δοξασθήσεται
οὐδὲ ῥήματα δαιμονίου
ἀκουσθήσεται
ἐν τῇ ἐκκλησίᾳ.

6. ἐν τῷ ὀνόματι
τοῦ ἀνδρὸς τῆς εἰρήνης
ἐθέλομεν ἐγείρειν λίθον
παρὰ τὴν ὁδόν.

7. ὁ πιστὸς ἄρχων
τῆς γῆς ἐκείνης
μέλλει ἀποθνῄσκειν
καὶ οὐκ ἔχει σπέρμα.
ἀχθήσεται ὁ λαὸς
τῷ πνεύματι;

8. νὺξ οὐκ ἔσται
ἐν τῇ βασιλείᾳ δόξης
καὶ συναχθησόμεθα
περὶ τὸν θρόνον τοῦ θεοῦ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

9. ἔπεσεν ὁ δοῦλος
ἐκ τοῦ πλοίου
εἰς τὸ στόμα τῆς θαλάσσης
καὶ οὐ πάλιν ὤφθη
τὸ σῶμα αὐτοῦ.

10. τὸ αἷμα
τοῦ δικαίου προφήτου
ἔσται σπέρμα,
καὶ ἡ βασιλεία τῆς δικαιοσύνης
ὀφθήσεται.

11. ἀπεκρίθησαν αἱ γυναῖκες,
Τὰ σώματα ἡμῶν
ἤγγισαν ἕως θανάτου,
ἀλλὰ ἦν τὸ θέλημα τοῦ κυρίου
θεραπεῦσαι ἡμᾶς.

12. οὐκ ἐπιστεύσαμεν
τοῖς ῥήμασι τοῦ ἀγγέλου,
ἡ γὰρ ἀλήθεια
οὐκ ἦν
ἐν τῷ στόματι αὐτοῦ
ἀλλὰ οἶνος.

13. αἷμα εὑρέθη
ἐν τῷ στόματι τοῦ ἀνδρός,
εἶπεν δὲ ἡ γυνὴ αὐτοῦ
τοῖς ἄρχουσιν
ὅτι αὐτὸς ἀπέθανεν
ἐν τῇ νυκτὶ
καὶ αὐτὴ
οὐκ ἦν ἐκεῖ.

14. ἑωράκαμεν
τὸ σημεῖον τοῦ πνεύματος
καὶ ἐγνώκαμεν
τὸ ὄνομα τοῦ ἁγίου τοῦ θεοῦ.


Biblical Greek Online. Laura Gibbs, Ph.D. This work is licensed under a Creative Commons License. You must give the original author credit. You may not use this work for commercial purposes. If you alter, transform, or build upon this work, you may distribute the resulting work only under a license identical to this one. Page last updated: April 9, 2005 8:06 PM


powered by FreeFind